Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 9.90 Hdt. 9.91 (English) >>Hdt. 9.92

ch. 91 9.91.1 ὡς δὲ πολλὸς ἦν λισσόμενος ξεῖνος Σάμιος, εἴρετο Λευτυχίδης, εἴτε κληδόνος εἵνεκεν θέλων πυθέσθαι εἴτε καὶ κατὰ συντυχίην θεοῦ ποιεῦντος· “ ξεῖνε Σάμιε, τί τοι τὸ οὔνομα;” δὲ εἶπε· “Ἡγησίστρατος.” 9.91.2 δὲ ὑπαρπάσας τὸν ἐπίλοιπον λόγον, εἴ τινα ὅρμητο λέγειν Ἡγησίστρατος, εἶπε· “δέκομαι τὸν οἰωνὸν τὸν Ἡγησιστράτου, ξεῖνε Σάμιε. σὺ δὲ ἡμῖν ποίεε ὅκως αὐτός τε δοὺς πίστιν ἀποπλεύσεαι καὶ οἱ σὺν σοὶ ἐόντες οἵδε, μὲν Σαμίους ἡμῖν προθύμους ἔσεσθαι συμμάχους.”



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 9.90 Hdt. 9.91 (English) >>Hdt. 9.92

Powered by PhiloLogic